Αναφορές του Ιωάννη Σκυλίτζη για την μάχη του Κλειδίου, το Φρούριο Μελένικο και το Μπέλες (Βαλασίτζαν)


Η Μάχη του Κλειδίου (βουλ. Беласишка битка, γνωστή και με το όνομα Μάχη της οροσειράς Μπέλλες) διεξήχθη στις 29 Ιουλίου 1014 μεταξύ της Βυζαντινής και της Βουλγαρικής Αυτοκρατορίας. Η μάχη αποτέλεσε το αποκορύφωμα της 50χρόνης διαμάχης μεταξύ του Σαμουήλ της Βουλγαρίας και του Βασιλείου του Βουλγαροκτόνου. Σύμφωνα με τον Βυζαντινό ιστορικό, Ιωάννης Σκυλίτζης: «Ο Αυτοκράτορας Βασίλειος Β' συνέχιζε τις επιθέσεις στη Βουλγαρία, καταστρέφοντας τα πάντα στον δρόμο του. Ο Σαμουήλ ήταν ανίκανος να τον σταματήσει σε ανοιχτή μάχη, και έτσι, έχανε τη δύναμη του».

Το αποκορύφωμα του πολέμου ήρθε το 1014, όταν ο Σαμουήλ, ως ηγέτης του στρατού, προσπάθησε να σταματήσει τον βυζαντινό στρατό πριν αυτός εισέλθει στη βουλγαρική ενδοχώρα. 

Η μάχη τελείωσε με νίκη των Βυζαντινών. Ο Σκυλίτζης θεωρεί πώς ο Βασίλειος αιχμαλώτισε 15.000 στρατιώτες 

[Bas2+Const8.35]   Ὁ δὲ βασιλεὺς οὐ διέλιπε καθ' ἕκαστον ἐνιαυτὸν εἰσιὼν ἐν Βουλγαρίᾳ καὶ τὰ ἐν ποσὶ κείρων τε καὶ δῃῶν. ὁ Σαμουὴλ δὲ μὴ δυνάμενος τῶν ὑπαίθρων ἀντιποιεῖσθαι, μηδὲ πρὸς ἐμφανῆ μάχην ἀντιστῆναι τῷ βασιλεῖ, ἀλλὰ πάντοθεν θραυόμενος καὶ τὴν οἰκείαν ἀκμὴν 
ἀποβάλλων, ἔγνω τάφροις καὶ θριγγίοις ἐπιτειχίσαι τούτῳ τὴν εἰς Βουλγαρίαν εἴσοδον. εἰδὼς οὖν, ὡς ἔθος ἀεὶ τῷ βασιλεῖ διὰ τοῦ λεγομένου Κίαβα Λόγγου καὶ τοῦ Κλειδίου ποιεῖσθαι τὰς διελεύσεις, ταύτην ἔγνω τὴν δυσχωρίαν ἐπιτειχίσαι καὶ τῷ βασιλεῖ ἀποκλεῖσαι τὴν εἴσοδον. φραγμὸν οὖν δομησάμενος εἰς εὖρος πολύν, καὶ φύλακας ἐν αὐτῷ ἀξιοπρεπεῖς ἐπιστήσας, προσέμενε τὸν βασιλέα. ἀφικομένου δὲ καὶ τούτου καὶ ἀποπειρασαμένου τῆς εἰσόδου, ἐπείπερ ἀντεῖχον γενναίως οἱ φυλάσσοντες καὶ τοὺς βιαζομένους ἐξ ὑπερδεξίων ἀνῄρουν βάλλοντες καὶ τιτρώσκοντες, καὶ ἤδη ἀπέγνωστο τῷ βασιλεῖ ἡ διάβασις, Νικηφόρος ὁ Ξιφίας τῆς Φιλιππουπόλεως τότε στρατηγῶν τῷ βασιλεῖ συνταξάμενος, καὶ αὐτὸν μὲν προσμένειν καὶ συνεχεῖς προσβολὰς ποιεῖσθαι τῷ δέματι παρεγγυήσας, αὐτὸς δὲ ἀπιέναι φήσας, εἴ πως καὶ δυνηθείη λυσιτελές τι διαπράξασθαι καὶ σωτήριον, τὸν περὶ αὐτὸν εἰληφὼς λαὸν ὑποστρέφει, καὶ περιοδεύσας τὸ πρὸς μεσημβρίαν τοῦ Κλειδίου κείμενον ὑψηλότερον ὄρος, ὃ Βαλασίτζαν κατονομάζουσι, καὶ τραχυπορίαις καὶ ἀνοδίαις χρησάμενος, εἰκοστῇ ἐννάτῃ τοῦ Ἰουλίου μηνός, ἰνδικτιῶνος δωδεκάτης, ἄνωθεν ἐξαίφνης μετ' ἀλαλαγμοῦ καὶ δούπου κατὰ νώτου γίνεται τῶν Βουλγάρων. οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες τρέπονται πρὸς φυγήν. καὶ ὁ βασιλεὺς μονωθὲν διαρρήξας τὸ τεῖχος ἐδίωκεν. ἔπεσον οὖν πολλοί, καὶ πολλῷ πλείους ἑάλωσαν, μόλις τοῦ Σαμουὴλ διαφυγεῖν δυνηθέντος τὸν κίνδυνον συνεργίᾳ τοῦ ἰδίου 
υἱοῦ γενναίως τοὺς ἐπιόντας ὑποδεξαμένου, καὶ ἵππῳ τοῦτον ἐπιβιβάσαντος καὶ ἐς τὸ λεγόμενον Πρίλαπον τὸ φρούριον ἀπαγαγόντος. ὁ δὲ βασιλεὺς τοὺς ἑαλωκότας τῶν Βουλγάρων ἀμφὶ τὰς 
πεντεκαίδεκα, ὥς φασιν, ὄντας χιλιάδας ἀπετύφλωσε, καὶ ἑκάστην ἑκατοντάδα πεπηρωμένων ὑφ' ἑνὸς μονοφθάλμου ὁδηγεῖσθαι κελεύσας ἐς τὸν Σαμουὴλ ἀποπέμπει. οὓς ἐκεῖνος κατ' ἀριθμὸν καὶ τάξιν θεώμενος ἀφικνουμένους, καὶ τὸ πάθος οὐκ ἐνεγκὼν νεανικῶς καὶ εὐψύχως, λειποθυμίᾳ καὶ σκότῳ βάλλεται καὶ εἰς γῆν πίπτει· ὕδατι δὲ καὶ μύροις οἱ παρόντες τὴν πνοὴν αὐτῷ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκασιν. ἀνενεγκὼν δὲ ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν. λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιωγμῷ, καὶ μετὰ δύο ἡμέρας θνῄσκει κατὰ τὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνός. παραλαμβάνει δὲ τὴν ἀρχὴν τῶν Βουλγάρων ὁ υἱὸς αὐτοῦ Γαβριὴλ ὁ καὶ Ῥωμανός, ῥώμῃ μὲν καὶ ἰσχύϊ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος, τεχθεὶς τῷ Σαμουὴλ ἀπό τινος αἰχμαλώτιδος Λαρισσαίας ἀπό τινος αἰχμαλώτιδος Λαρισσαίας] ἐξ Ἀγάθης τῆς θυγατρὸς Ἰωάννου τοῦ Χρυσηλίου τοῦ ἐν Δυρραχίῳ πρωτεύοντος. ἦρξε δὲ κατὰ τὴν πεντεκαιδεκάτην τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος τρισκαιδεκάτης. καὶ μηδ' ὅλον ἀποπληρώσας ἐνιαυτὸν σφάττεται, εἰς κυνηγέσιον ἐξελθών, παρὰ Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου τοῦ υἱοῦ Ἀαρών, ὃν αὐτὸς θνῄσκειν μέλλοντα τοῦ θανάτου ἀπελυτρώσατο. εἶχε δὲ γυναῖκα ὁ Ῥοδομηρὸς τὴν θυγατέρα τοῦ κράλλη Οὐγγρίας. οὐκ οἶδ' οἷς τισι λόγοις ἐμίσησε ταύτην καὶ ἀπεδίωξεν, ἐγκύμονα ἤδη ἐξ αὐτοῦ γενομένην. ἠγάγετο δὲ Εἰρήνην τὴν πανωραίαν αἰχμαλωτισθεῖσαν ἐν Λαρίσσῃ. 

Previous
Next Post »

Δημοφιλείς αναρτήσεις της εβδομάδας

Popular Posts